Demosthenes

Demosthenes

59 quotes

Biography

Demosthenes was a Greek statesman and orator in ancient Athens. His orations constitute a significant expression of contemporary Athenian intellectual prowess and provide insight into the politics and culture of ancient Greece during the 4th century BC.

"Nothing is easier than self-deceit.For what every man wishes,that he also believes to be true."

Demosthenes

"πρὸς γὰρ τὸ τελευταῖον ἐκβὰν ἕκαστον τῶν προϋπαρξάντων κρίνεται."

Demosthenes

"τὸ μὲν οὖν ἐπιτιμᾶν ἴσως φήσαι τις ἂν ῥᾴδιον καὶ παντὸς εἶναι, τὸ δ᾿ ὑπὲρ τῶν παρόντων ὅ τι δεῖ πράττειν ἀποφαίνεσθαι, τοῦτ᾿ εἶναι συμβούλου."

Demosthenes

"δεῖ δὲ χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων."

Demosthenes

"τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται."

Demosthenes

"πολλάκις δοκεῖ τὸ φυλάξαι τἀγαθὰ τοῦ κτήσασθαι χαλεπώτερον εἶναι."

Demosthenes

"οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι."

Demosthenes

"ὥσπερ γὰρ οἰκίας, οἶμαι, καὶ πλοίου καὶ τῶν ἄλλων τῶν τοιούτων τὰ κάτωθεν ἰσχυρότατα εἶναι δεῖ, οὕτω καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας εἶναι προσήκει."

Demosthenes

"ἅπας μὲν λόγος, ἂν ἀπῇ τὰ πράγματα, μάταιόν τι φαίνεται καὶ κενόν."

Demosthenes

"αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι τὰ τοιαῦτα ὀνείδη."

Demosthenes

"οὐκ ἔνι δ᾿ αὐτὸν ἀργοῦντα οὐδὲ τοῖς φίλοις ἐπιτάττειν ὑπὲρ αὐτοῦ τι ποιεῖν, μή τί γε δὴ τοῖς θεοῖς."

Demosthenes

"ῥᾷστον ἁπάντων ἐστὶν αὑτὸν ἐξαπατῆσαι· ὃ γὰρ βούλεται, τοῦθ᾿ ἕκαστος καὶ οἴεται, τὰ δὲ πράγματα πολλάκις οὐχ οὕτω πέφυκεν."

Demosthenes

"ἔστι δ᾿ οὐδέποτ᾿, οἶμαι, μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας· ὁποῖ᾿ ἄττα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν."

Demosthenes

"φύσει δ᾿ ὑπάρχει τοῖς παροῦσι τὰ τῶν ἀπόντων, καὶ τοῖς ἐθέλουσι πονεῖν καὶ κινδυνεύειν τὰ τῶν ἀμελούντων."

Demosthenes

"οἱ δὲ τῶν πραγμάτων οὐ μένουσι καιροὶ τὴν ἡμετέραν βραδυτῆτα καὶ εἰρωνείαν."

Demosthenes

"δεῖ τοὺς ὀρθῶς πολέμῳ χρωμένους οὐκ ἀκολουθεῖν τοῖς πράγμασιν, ἀλλ᾿ αὐτοὺς ἔμπροσθεν εἶναι τῶν πραγμάτων."

Demosthenes

"ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πλείστην δύναμιν πάντων ἔχοντες, τριήρεις, ὁπλίτας, ἱππέας, χρημάτων πρόσοδον, τούτων μὲν μέχρι τῆς τήμερον ἡμέρας οὐδενὶ πώποτε εἰς δέον τι κέχρησθε, οὐδὲν δ᾿ ἀπολείπετε, ὥσπερ οἱ βάρβαροι πυκτεύουσιν, οὕτω πολεμεῖν Φιλίππῳ. καὶ γὰρ ἐκείνων ὁ πληγεὶς ἀεὶ τῆς πληγῆς ἔχεται, κἂν ἑτέρωσε πατάξῃ τις ἐκεῖσε ἐισὶν αἱ χεῖρες· προβάλλεσθαι δ᾿ ἢ βλέπειν ἐναντίον οὔτ᾿ οἶδεν οὔτ᾿ ἐθέλει."

Demosthenes

"νικῴη δ᾿ ὅ τι πᾶσιν μέλλει συνοίσειν."

Demosthenes

"οὐ γὰρ ἀσφαλεῖς ταῖς πολιτείαις αἱ πρὸς τοὺς τυράννους αὗται λίαν ὁμιλίαι."

Demosthenes

"ἓν δέ τι φυλακτήριον, ὃ πᾶσι μέν ἐστ᾿ ἀγαθὸν καὶ σωτήριον, μάλιστα δὲ τοῖς πλήθεσι πρὸς τοὺς τυράννους. τί οὖν ἐστι τοῦτο; ἀπιστία. ἂν ταύτην σῴζητε, οὐδὲν μὴ δεινὸν πάθητε."

Demosthenes

"βασιλεὺς γὰρ καὶ τύραννος ἅπας ἐχθρὸς ἐλευθερίᾳ καὶ νόμοις ἐνάντιος."

Demosthenes

"οὐ φυλάξεσθ᾿ ὅπως, ἔφην, μὴ πολέμου ζητοῦντες ἀπαλλαγῆναι δεσπότην εὕρητε;"

Demosthenes

"οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῶν ἔξω τῆς πόλεως ἐχθρῶν κρατῆσαι, πρὶν ἂν τοὺς ἐν αὐτῇ τῇ πόλει κολάσητ᾿ ἐχθρούς."

Demosthenes

"δεῖ [. . .] τὸ βέλιστον ἀεί, μὴ τὸ ῥᾷστον ἅπαντας λέγειν."

Demosthenes

"δεῖ γὰρ τοὺς εὐτυχοῦντας περὶ τῶν ἀτυχούντων ἀεὶ φαίνεσθαι τὰ βέλτιστα βουλευομένους, ἐπειδήπερ ἄδηλον τὸ μέλλον ἅπασιν ἀνθρώποις."

Demosthenes