Anna Comnena
10 quotes
Biography
Anna Komnene, commonly Latinized as Anna Comnena, was a Byzantine Greek princess and historian. She is the author of the Alexiad, an account of the reign of her father, Byzantine emperor Alexios I Komnenos.
"Ῥέων ὁ χρόνος ἀκάθεκτα καὶ ἀεί τι κινούμενος παρασύρει καὶ παραφέρει πάντα τὰ ἐν γενέσει καὶ ἐς βυθὸν ἀφανείας καταποντοῖ ὅπου μὲν οὐκ ἄξια λόγου πράγματα, ὅπου δὲ μεγάλα τὲ καὶ ἄξια μνήμης, καὶ τά τε ἄδηλα φύων κατὰ τὴν τραγῳδίαν καὶ τὰ φανέντα κρυπτόμενος. ἀλλ᾿ ὅ γε λόγος ὁ τῆς ἱστορίας ἔρυμα καρτερώτατον γίνεται τῷ τοῦ χρόνου ῥεύματι καὶ ἵστησι τρόπον τινὰ τὴν ἀκάθεκτον τούτου ῥοὴν καὶ τὰ ἐν αὐτῷ γινόμενα πάντα, ὁπόσα ὑπερείληφε, ξυνέχει καὶ περισφίγγει καὶ οὐκ ἐᾷ διολισθαίνειν εἰς λήθης βυθούς."
"ταῦτα δὲ διεγνωκυῖα ἐγὼ Ἄννα, [. . .] βούλομαι διὰ τῆσδέ μου τῆς γραφῆς τὰς πράξεις ἀφηγήσασθαι τοὐμοῦ πατρὸς οὐκ ἀξίας σιγῇ παραδοθῆναι οὐδὲ τῷ ῥεύματι τοῦ χρόνου παρασυρῆναι καθάπερ εἰς πέλαγος ἀμνημοσύνης."
"ἦν γὰρ καὶ ἄλλως μὲν θαυμαζόμενος σεμνότητι, οἷς μᾶλλον ἁλίσκεται τὸ ἀγροικικὸν τοῦτο καὶ στρατιωτικὸν ἔθνος· οὐ γὰρ διορᾷ εἰς ψυχὴν οὐδ᾿ ἐνατενίζει πρὸς ἀρετήν, ἀλλὰ μέχρι τῶν τοῦ σώματος ἀρετῶν ἵσταται τόλμαν καὶ ῥώμην καὶ δρόμον καὶ μέγεθος θαυμάζον καὶ ταῦτα κρῖνον ἄξια ἁλουργίδος καὶ διαδήματος."
"καθά γε καὶ τὸν ἐπὶ τυραννικῇ γνώμῃ διαβόητον Ῥομπέρτον ἐκεῖνον τὸν ἀλαζόνα, ὃν Νορμανία μὲν ἤνεγκε, φαυλότης δὲ παντοδαπὴ καὶ ἐθρέψατο καὶ ἐμαίευσεν."
"ἄγαλμα φύσεως ἦν ὁ νεανίας ἐκεῖνος καὶ Θεοῦ χειρῶν, ὡς οὕτως εἰπεῖν, φιλοτίμημα· εἰ γὰρ καὶ μόνον ἐθεάσατό τις αὐτόν, εἶπεν ἄν, ὡς τοῦ παρ᾿ Ἕλλησι μυθευομένου χρυσοῦ γένους ἀπορροή, οὕτως ἀμήχανον εἶχε τὸ κάλλος."
"ὁ δὲ κατάπτυστος οὗτος πάπας (οὐδὲ γὰρ ἔχω τί ποτ᾿ ἂν ἄλλο τοῦτον ἐπονομάζειν τὴν ἀπάνθρωπον ἐκείνην ὕβριν ἐνθυμηθεῖσα τὴν εἰς τοὺς πρέσβεας) μετὰ πνευματικῆς χάριτος καὶ εὐαγγελικῆς εἰρήνης ἐπὶ τὸν πόλεμον ὁ δεσπότης ἐχώρει ὅλῃ γνώμῃ καὶ ὅλαις χερσὶ τὸν ἐμφύλιον, ὁ εἰρηνικὸς ταῦτα καὶ τοῦ εἰρηνικοῦ μαθητής."
"βρούχους ἄντικρυς καὶ ἀκρίδας εἶπεν ἄν τις αὐτούς, τὸν πατέρα καὶ τὸν υἱόν· τὰ γὰρ κατάλοιπα Ῥομπέρτου ὁ τούτου υἱὸς Βαϊμοῦντος προσεπενείματο καὶ κατέφαγεν."
"ᾔδει γάρ, οἶμαι, ὁ στρατηγός, ὡς τὸ ἀντίπαλον ἅπαν φῦλον ξυγκροτούμενον μὲν καὶ ἀλληλουχούμενον ἔρρωται, στασιάζον δὲ καὶ εἰς πολλὰ μεριζόμενον ἀδρανέστερον γίνεται καὶ οὕτω τοῖς πολεμοῦσιν εὐχείρωτον."
"θαυμάζειν δὲ ἐστὶ πῶς οὐ γίνεταί τις καὶ νῦν καθάπερ καὶ πάλαι, φησίν, ἢ λίθος ἢ ὄρνις ἢ δένδρον ἢ τί τῶν ἀψύχων ὑπὸ μεγάλων κακῶν εἰς τὰ τοιαῦτα τὴν φύσιν ἀμείβων, εἴτε μῦθος τοῦτό ἐστιν εἴτε λόγος ἀληθής. καὶ τάχα κρεῖττον ἄν εἴη πρὸς τὰ μηδὲν αἰσθανόμενα μεταμείβειν τὴν φύσιν ἢ τοσαύτην αἴσθησιν δέχεσθαι τοῦ κακοῦ. εἰ γὰρ τοῦτ᾿ ἦν, τάχ᾿ ἄν με λίθον ἀπέδειξε τὰ συμπεσόντα δεινά."
"ἐγὼ μὲν οὖν ἔτι καὶ νῦν ἀπιστῶ ἐμαυτῇ, εἴπερ ζῶ τὲ καὶ γράφω καὶ μνημονεύω θανάτου τοῦ αὐτοκράτορος, καὶ θαμὰ ἐπαφῶμαι τῷ ὀφθαλμῷ, μήποτ᾿ ἄρα οὐχ᾿ ὕπαρ, ἀλλ᾿ ὄναρ ἐστὶ τὰ νῦν ὑφ᾿ ἡμῶν ὑπαγορευόμενα, ἢ δέ γε καὶ μὴ ὄναρ ἐστὶν ἀλλ᾿ ἔκστασίς τις καὶ παρακοπὴ καὶ πάθος περὶ ἐμὲ θαυμαστὸν καὶ ἀλλόκοτον. πῶς γὰρ ἀπορρυέντος ἐκείνου τοῖς βιοῦσιν ἐγὼ συντάττομαι καὶ συναριθμοῦμαι ζῶσιν;"